Κυριακή 2 Ιουνίου 2013

Η ΟΜΟΛΟΓΙΑ των Αγίων και η ΑΠΟΣΤΑΣΙΑ των συγχρόνων Πατριαρχών




«Νίκην ἤνεγκε, τῇ Ἐκκλησίᾳ,
ἡ σὴ ἔνθεος ὁμολογία,
Νικηφόρε Ἱεράρχα θεόληπτε».




Ο ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΝΙΚΗΦΟΡΟΥ ΑΦΑΙΡΕΙ
 
ΤΗΝ ΑΙΡΕΤΙΚΗ ΛΕΟΝΤΗ

ΤΟΥ ΠΑΤΡΙΑΡΧΗ ΒΑΡΘΟΛΟΜΑΙΟΥ





Ὁ ἅγιος Νικηφόρος, προκάτοχος τοῦ νῦν Πατριάρχου Βαρθολομαίου (ὁ ὁποῖος δὲν πιστεύει «εἰς Μίαν Ἐκκλησίαν», ἀφοῦ ἀποκαλεῖ Ἐκκλησίες τὶς αἱρέσεις, δὲν πιστεύει εἰς ἓν Βάπτισμα, ἀφοῦ ἀποδέχεται ὅτι καὶ οἱ ἄλλες αἱρετικὲς «ἐκκλησίες» ἔχουν ἔγκυρο Βάπτισμα), στὸ κείμενό του αὐτό, καὶ ἐξ ἀρχῆς -ὁ ἅγιος Νικηφόρος- παρουσιάζει ποιό εἶναι τὸ φρόνημα τοῦ εὐσεβοῦς χριστιανοῦ (καὶ μάλιστα τοῦ Πατριάρχη) γράφοντας πὼς γνώρισμα τοῦ εὐσεβοῦς εἶναι νὰ ἀκολουθεῖ εὐπειθῶς καὶ χωρὶς καμία ἀπόκλιση τὴν Εὐαγγελικὴ διδασκαλία καὶ τοὺς Ἱ. Κανόνες, δηλαδὴ τὴν Ἱερὴ Παράδοση τῆς Ἐκκλησίας, ποὺ οἱ ἅγιοι Πατέρες καλῶς ἐθέσπισαν διὰ τοῦ ἄνωθεν φωτισμοῦ.
Διδάσκει ὅτι καθῆκον κάθε ποιμένος (καὶ τοῦ Πατριάρχη) εἶναι: αὐτοὺς τοὺς ἱεροὺς καὶ θεοπαράδοτους θεσμοὺς νὰ περιφρουρεῖ καὶ νὰ τοὺς κλείει μέσα σὲ τείχη ἀπόρθητα, ὥστε νὰ μὴ ἀλλοιώνονται ἀπὸ τοὺς ἀσεβεῖς. Αὐτὸ εἶναι, λέγει, τὸ ἄριστο καὶ τίμιο ἔργο, ὅσων βέβαια δὲν ἔχουν παραφρονήσει καὶ διαθέτουν ἀκόμα λογικό. Διότι τότε ὁ χριστιανὸς ἔχει ὀρθὸν βίον καὶ Πίστη, ὅταν ἐνδιαφέρεται γιὰ τὴν διατήρηση τῆς Πίστεως ἀκεραίας. Ἀντίθετα, ἐκεῖνοι ποὺ προσπαθοῦν νὰ μετακινήσουν «ὅρια αἰώνια» ποὺ ἐθέσπισαν οἱ Πατέρες, ἔχουν διαστροφικὸν φρόνημα, ἐναντιώνονται στὸ Θεὸ καὶ σὲ ὅσους ὀρθοδοξοῦν.
Αὐτοὶ ποὺ διδάσκουν ἀντίθετα ἀπὸ ὅ,τι διδάσκει ἡ Ἐκκλησία, ἔχουν ἀποκοπεῖ διὰ τῆς αἱρέσεως ἀπὸ τὸ σῶμα τῆς Ἐκκλησίας, –διδάσκει ὁ ἅγιος Νικηφόρος. Κι ὅταν αὐτοὶ συγκροτοῦν Σύνοδον (σὰν κι αὐτὴ ποὺ ἑτοιμάζει ὁ κ. Βαρθολομαῖος), αὐτὴν δὲν εἶναι Σύνοδος, ἀλλὰ «βαρβαροσύνοδον δικαίως ἄν τις καλέσειε διὰ τὸ τοῦ ἠθροικότος βάρβαρόν τε καὶ ἔκφυλον φρόνημα, ἢ πονηρὸν συνέδριον καὶ τοῦ Καϊαφαϊκοῦ ἐκείνου ἐφάμιλλον».
Τὸ ὅτι δὲν μποροῦμε νὰ τὴν ὀνομάσουμε Σύνοδο ἱερατικὴ (Κανονική) –συνεχίζει– εἶναι φανερόν. Γιατί, πῶς εἶναι δυνατὸν νὰ συγκροτήσουν Σύνοδο αὐτοί, ποὺ τοὺς ὅρκους (ποὺ ἔδωσαν ἐνώπιον τοῦ Θεοῦ κατὰ τὴν χειροτονία τους) τοὺς ἠθέτησαν καὶ τοὺς κατεπάτησαν;
Οἱ Ὀρθόδοξοι ἐπὶ Εἰκονομαχίας κατηγοροῦσαν τοὺς Εἰκονομάχους καὶ τοὺς θεωροῦσαν ἐκτὸς Ἐκκλησίας, διότι μι ἐκκλησιαστικὴ Παράδοση, ποὺ εἶχε δογματικὲς προεκτάσεις, τὴν παρέβαιναν καὶ γι’ αὐτὸ ἦσαν ἐκτὸς Ἐκκλησίας. Οἱ σύγχρονοι αἱρετικοὶ Οἰκουμενιστές, διαστρέφουν ὄχι μιὰ ἄγραφη καὶ μὴ κατοχυρωμένη ἀπὸ Οἰκουμενικὴ Σύνοδο Παράδοση, ἀλλὰ αὐτὸ τὸ Σύμβολον τῆς Πίστεως ποὺ δέχεται «Μίαν Ἐκκλησίαν» καὶ «ἓν Βάπτισμα» καὶ ἔχει κατοχυρωθεῖ ἀπὸ ἕξη Οἰκουμενικὲς Συνόδους καὶ πλῆθος τοπικές. Καὶ δυστυχῶς, παρὰ τοὺς ἐλέγχους (ὅπως παρατηρεῖ πιὸ κάτω ὁ ἅγιος) δὲν κλείνουν τὴν βλάσφημη γλῶσσα τους καὶ συνεχίζουν νὰ ἀσεβοῦν εἰς τὰ τῆς Πίστεως.
Εἶναι γνωστὴ ἡ θέση τῶν Ἁγίων, ὅτι «ἡ τιμῆς τῆς εἰκόνος ἐπὶ τὸ πρωτότυπον διαβαίνει». Μὲ βάση αὐτὸ τὸ χωρίο, ὁ ἅγιος Νικηφόρος παρατηρεῖ ὅτι γιὰ τοὺς Εἰκονομάχους συμβαίνει τὸ ἀντίθετο. Ἀφοῦ δὲν τιμοῦν τὴν εἰκόνα, ἀτιμοῦν τὸ πρωτότυπο, τοὺς ἁγίους καὶ τὸν Κύριο:
«Ἀλλὰ κἂν αὐτοὶ σιγῶσι τὸ ἀπόρρητον, οἱ λίθοι κεκράξονται, ὅτι καὶ ἡ ἀτιμία τῆς εἰκόνος ἐπὶ τὸ πρωτότυπον (ὅπέρ ἐστιν αὐτοῖς περισπούδαστον) διαβαίνει, καθὰ παρ' ἡμῖν ἡ τιμή. πλὴν καίτοι τοσούτοις ἐλέγχοις οἱ τῆς ὀρθῆς δόξης ἀντίπαλοι περιστοιχιζόμενοι, οὐδ' οὕτω χαλινὸν ἐπιθεῖναι τῷ στόματι καὶ πεδῆσαι τὴν βλάσφημον γλῶσσαν ἐθέλουσιν, κατὰ τῶν ἱερῶν ἡμῶν δογμάτων ἐπιμαινόμενοι».
Στὴ συνέχεια, στὸ πολυσέλιδο αὐτὸ κείμενό του, ὁ ἅγιος Νικηφόρος, λέγει καὶ ἄλλα ἐνδιαφέροντα πράγματα, ποὺ ἂν παρουσιάζαμε, θὰ προέκυπτε ἕνα μεγάλο καὶ κουραστικό ἄρθρο.

Γιὰ ὅσους ἐνδιαφέρονται, ὅμως, νὰ τὸ μελετήσουν, παραθέτουμε μερικὰ χαρακτηριστικὰ
ἀποσπάσματα.

ΤΙΤΛΟΣ τοῦ κειμένου τοῦ ἁγίου Νικηφόρου:

Ἔλεγχος καὶ ἀνατροπὴ τοῦ ἀθέσμου καὶ ἀορίστου καὶ ὄντως ψευδωνύμου ὅρου τοῦ ἐκτεθέντος παρὰ τῶν ἀποστατησάντων τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας καὶ ἀλλοτρίῳ προσθεμένων φρονήματι ἐπ' ἀναιρέσει τῆς τοῦ θεοῦ λόγου σωτηρίου οἰκονομίας.

Ὅροις τῆς εὐσεβείας εὐπειθῶς εἴκειν καὶ ἀκλινῶς ἕπεσθαι, θεσμοῖς γε μὴν τοῖς εὖ τεθειμένοις ἄνωθεν φρουρεῖσθαί τε καὶ τειχίζεσθαι, ἔνθεσμον καὶ σωτήριον· καὶ τοῦτ' ἂν εἴη τῶν ὀρεκτῶν τὸ περισπούδαστον ἤδη καὶ τιμιώτατον, τοῖς γε ἀληθῶς ὑγιᾶ τὴν φρένα καὶ τὸν νοῦν κεκτημένοις ἄρτιον· καὶ γὰρ ἐντεῦθεν τὸ εἰρηναῖον τῇ ζωῇ περιγίνεται καὶ βίος ὀρθός τε καὶ ἡ ἐν δόγμασιν εὐθύτης κρατύνεται καὶ τὰ ἐκ τῆς θείας ῥοπῆς εὐμενίζεται. τοῖς γοῦν πειρωμένοις παρακινεῖν ὅρια αἰώνια, ἃ παρὰ τῶν πατέρων καλῶς καὶ ἐννόμως τέθειται, καὶ τοῖς εὖ καθεστῶσι λυμαίνεσθαι πράγμασι συμβήσεται, οἷα ὑπερόρια θέουσιν, ἐνδιάστροφον μὲν κεκτῆσθαι τὸ φρόνημα, παρὰ πάντα δὲ τὸν βίον τὸ φιλοτάραχον νοσεῖν καὶ ἐπίσαλον· πρός τε γὰρ ἑαυτοὺς καὶ τοὺς πέλας πολὺ τὸ στασιῶδες ἀποτίκτουσι, τό τε σεσοβημένον καὶ ἀνατετραμμένον ἐπί τε τῷ οἴκῳ καὶ τῇ ζωῇ πάσῃ καὶ τοῖς ἐγγὺς καὶ τοῖς πόρρωθεν συνδιαφέροντες ἐπιστρέφουσι. τολμῶσι δ' οὖν εὐθὺς τῆς θείας δόξης κατεξανίστασθαι, καὶ τῶν ὀρθῶς βιοῦν ᾑρημένων κατεπαίρεσθαι, καὶ κατασοβαρεύεσθαι τῶν ἐπιεικεστέρων, κἀκεῖνοι μάλιστα, οἵπερ εἶεν τῶν ἐπ' ἐξουσίαις τινὲς καὶ ταῖς μείζοσιν ἀρχαῖς καθιδρυμένοι καὶ ἀξιώμασι, καὶ δρῶσι κατὰ τῆς ἑαυτῶν κεφαλῆς τὰ ἀπηχῆ καὶ ἀνόσια· ὧν μέγα μὲν καὶ βαρὺ τὸ τῆς ἐγχειρήσεως ἔγκλημα, μεῖζον δὲ καὶ δυσαχθέστερον ἐν καιρῷ τῆς θείας ἐπισκοπῆς τῶν κακῶς δρωμένων τὸ ἀνταπόδομα, εἴ γε οὐχ' ὑπὲρ τῶν καθ' ἑαυτοὺς μόνον, ἀλλὰ καὶ ὧν ὡς ἐπηρεάζοντες ἀδικεῖν ἐπιχειροῦσι, τὴν δίκην ὑφέξουσιν, ὡς ἠναγκασμένων ἰέναι καὶ ἀκουσίως πρὸς τὴν ἀσέβειαν.
Τοιοῦτον οὖν τι κἀν τοῖς καθ' ἡμᾶς χρόνοις συνενεχθὲν ἔγνωμεν. ἦν γὰρ καὶ πρόσθεν καιρός, καθ' ὃν οἱ τῆς εὐθυτάτης ἡμῶν πίστεως ὅροι εὐαγῶς ἐφυλάσσοντο· ὅτε βαθεῖα εἰρήνη τὴν ἐκκλησίαν Χριστοῦ διελάμβανε, καὶ τὸ εἰρηναῖον ἐπλούτει καὶ ἀστασίαστον, τό τε ἀταρακτότατον κεκτημένη καὶ τὸ γαλήνιον· ὅτε τὸν οἰκεῖον κόσμον αὐχοῦσα διέπρεπε καὶ τῷ φωτὶ κυρίου κατηρτίζετό τε καὶ ἐπορεύετο· ὅτε τὸ εὐαγγελικὸν καὶ ἀποστολικὸν ἐπανθοῦν ἐπαρρησιάζετο κήρυγμα καὶ τὰ τῆς σωτηρίου Χριστοῦ οἰκονομίας διὰ τῶν ἱεροτυπιῶν ἐπέλαμπε σύμβολα, οὗ τά τε πάθη καὶ θαύματα καὶ ἡ τοῦ σωτηρίου προεδείκνυτο δύναμις· ὅτε ἡ χάρις προετιμᾶτο καὶ ἡ ἀλήθεια καὶ τὰ τῆς χάριτος ἐνεφανίζετο σαφῶς καὶ ἐκηρύσσετο· ὅτε οἱ θεῖοι ναοὶ καὶ τὰ ἐν τοῖς ναοῖς ἱερά τε καὶ τίμια εὐκόσμως μάλα περιεστολίζοντο· ὅτε θεῖος φόβος ταῖς ψυχαῖς τῶν εὐσεβούντων ἐνίδρυτο καὶ ἡ περὶ τὰ θεῖα αἰδὼς καὶ εὐλάβεια· ὅτε τὸ τῆς ἀγάπης δῶρον πανταχοῦ διαφοιτῶν περιηγγέλλετο· ὅτε τὰ τῆς ἱερωσύνης δίκαια κομῶντα συνδιεφυλάσσετο καὶ οἱ ἱερεῖς κυρίου δικαιοσύνην ἐνδεδύκεσαν, ὥσπερ στολὴν ἁγίαν περιχλαινιζόμενοι τὴν εὐσέβειαν, ἀμφιεννύμενοι δὲ κρῖμα ἶσα διπλοΐδι, καὶ ἡ εὐλογία κυρίου πᾶσιν ἐπέπρεπεν, εἰ δεῖ τι καὶ τῶν Ἰὼβ φθέγξασθαι ῥημάτων· ὅτε καὶ βασιλεῖς μέγα ἐφρόνουν ἐπ' εὐσεβείᾳ μᾶλλον ἢ τῷ διαδήματι καὶ χρυσῷ καὶ λίθοις τοῖς Ἰνδικοῖς λαμπρὸν ἀπαστράπτουσιν, εὐθύτητι δὲ δογμάτων ἢ τῷ ἁλουργῷ ἐκαλλωπίζοντο χρώματι καὶ ὅσον <***> τρόπαια στήσωσι. διά τοι τοῦτο κατὰ τοῦ θείου φόβου ἀπηναισχύντησαν καὶ ἦραν κατὰ τῶν ἁγίων κεφαλὴν καὶ ἀπεναντίας τῆς ἱερᾶς ἡμῶν ὁμολογίας ᾔεσαν. εἰς ὅ,τι δὲ τῷ χριστομάχῳ τὰ βεβουλευμένα, ὃς ταῦτα ἐπινοῶν ἔδρα, ἐπεραίνετο καὶ εἰς οἷον τέλος τὰ ἐπικεχειρημένα ἐκβέβηκε, τὸ θυσιαστήριον μέγα κεκράξεται· ὃ καὶ ζῶν κακῶς καθαιρῶν ἐβεβήλου, καὶ ἀναιρούμενος ἐνδίκως τῷ λύθρῳ τῶν ἐναγῶν αἱμάτων πλέον ἔχρανέ τε καὶ κατεμόλυνεν, ἄξια ὄντως τὰ ἐπίχειρα τῆς εἰς Χριστὸν ὕβρεως δεξάμενος ὁ ἀλιτήριος, ἔνθα τῶν προμάντεων ἡ σκηνὴ καὶ ἡ παιδιὰ καὶ ἡ πλάνη θριαμβεύεται. πῶς οὖν οὗτος τὰ τῆς οἰκείας ἀσεβείας ἀποπληροῦν ἐτεχνάζετο; πρῶτα μὲν ἀπόπειραν ποιεῖται τῶν ἀπὸ τῆς ἐκκλησίας, εἰ οἷόν τε ἠρέμα καὶ ἡσυχῇ τὰ κατὰ νοῦν αὐτῷ προχωρήσειν· ὡς δ' οὖν ἄπρακτα καὶ ἀνήνυτα αὐτῷ ἐγεγόνει τὰ ἐγχειρήματα, ἐφ' ἑτέραν τραπόμενος ἔρχεται καί, ὡς ἂν μηδὲν πονηρίας καὶ κακουργίας τῶν προκαταρξάντων ἐλλείποι τῆς ἀσεβείας, ζηλοῖ κἀνταῦθα τὸν χριστομάχον ἐκεῖνον, τὸν πάλαι συγχωρήσει θεοῦ τοῦ φύλου τοῦ Ῥωμαϊκοῦ κακῶς ἄρξαντα, τὸν Κωνσταντῖνον φημὶ τὸν δυσσεβέστατον. ὃς δὴ καθάπερ ἐκ πατρῴου κλήρου κατάγουσαν τὴν παρανομίαν ταύτην διαδεξάμενος, ἱκανῶς ἐπεκράτυνεν· ἀθροίζει λοιπὸν καὶ οὗτος, ὥσπερ ἐκεῖνος, ἅπαν τὸ ἐν ἱερωσύνῃ τελοῦν, καὶ παντοίαις αὐτοὺς ἐπιχειρήσεσι μεθοδεύων πείθειν ἐμηχανᾶτο πρὸς τὸ οἰκεῖον ἑλεῖν βούλημα. ἀλλ' ὅσον μὲν ἐν αὐτοῖς προῦχον καὶ ἔκκριτον, ἐρηρεισμένον καὶ πάγιον περὶ τὸν ὑγιᾶ καὶ ὀρθὸν λόγον τὸ φρόνημα ἐκέκτητο, τοῦ θεομισοῦς αὐτοῦ θελήματος ἀντικαθιστάμενον ὤφθη· διὸ αἰκίαις τε καὶ φρουραῖς χαλεπαῖς πρότερον ἐπελθὼν καὶ μηκίστων λιμῶν καὶ ἀσιτιῶν τηκεδόσι πιέζων καὶ δι' ἀτιμίας ἁπάσης περιαγαγών, μεταταῦτα ὑπερορίαις μακραῖς ὁμοῦ καὶ πικραῖς κατεδίκασεν· ὅσον δὲ ἀγροικικώτερον καὶ ἁπλούστερον ἢ καὶ εὐηθέστερον ἐπάγεται, οὓς μὲν χρήμασιν ὑποφθείρων, οὓς δὲ ὑποσχέσεσι δελεάζων, οὓς δέ, παρρησίαν τὴν εἰς τὰ βασίλεια ἐπαγγελλόμενος, ὑποκλέπτων, ἔστι δὲ οὓς καὶ ἀπειλαῖς ἐκδειματῶν καὶ ἑτέραις τισὶν ἐπινοίαις μετερχόμενος, εἰς τὸ ἴδιον σαγηνεύει θέλημα.
Τούτους λοιπὸν τοῦ κοινοῦ τῆς ἐκκλησίας ἀπορραγέντας σώματος, οἷάπερ μέλη διερρυηκότα καὶ ἐφθαρμένα, καὶ ἰδίᾳ συνάγειν ἐπιχειρήσαντας λαβών, συγκροτεῖ, ὡς ἐδόκει, ἀπ' αὐτῶν σύνοδον· καὶ σύνεδρος ἤδη καὶ πρόεδρος, μᾶλλον δὲ πρόδρομος τῆς τοῦ προσδοκωμένου πονηροῦ ἐπιστασίας γίνεται, προοδοποιῶν τὰ τῆς ἐνδημίας αὐτῷ καὶ τρόπον τινὰ τὸν ἀγῶνα τὸν κατὰ τῶν ἁγίων ἐνστησόμενον ἀναμερισάμενος· καὶ τὸ πολὺ τῶν πόνων προαφαιρούμενος, τοσοῦτον εὔνους αὐτῷ ὤφθη, ἵνα, ἐν ᾧ μέλλει φανεροῦσθαι ὁ ἄνομος, πρὸς μόνον τὸν καταλύοντα αὐτοῦ τὸ κράτος ἕξει τὴν μάχην, τῶν δὲ εἰς μνήμην τῆς ἐν σαρκὶ πολιτεύσεως αὐτοῦ ἀναστηλωμένων ἐκ ποδῶν γεγενημένων, μὴ πλείω περὶ αὐτὰ ἐνασχολούμενος κάμνοι, σχοίη δὲ ῥᾷον κατὰ τῶν εὐσεβούντων τηνικάδε τὸ ἀγώνισμα· καὶ πάλιν ὁρᾶται ἐν τῷ ναῷ κυρίου τὸ βδέλυγμα καὶ ἀνοίγεται στόμα λαλοῦν μεγάλα κατὰ τῆς δόξης κυρίου καὶ κατὰ τῆς θείας οἰκονομίας μεγαλορημονοῦν καὶ ἀλαζονευόμενον.
Ταύτην οὖν τί κλητέον, ἢ οὐχ' ἁπλῶς σύνοδον; ἀλλὰ βαρβαροσύνοδον δικαίως ἄν τις καλέσειε διὰ τὸ τοῦ ἠθροικότος βάρβαρόν τε καὶ ἔκφυλον φρόνημα, ἢ πονηρὸν συνέδριον καὶ τοῦ Καϊαφαϊκοῦ ἐκείνου ἐφάμιλλον, ἐπεὶ καὶ οὗτοι παρανόμως κενὰ κατὰ τοῦ Χριστοῦ ἐμελέτησαν καὶ ὥσπερ τὸ Ἰουδαϊκὸν σύνταγμα κατὰ τῆς Χριστοῦ ἐνσωματώσεως ἐφρυάξαντο καὶ πλεῖστα κενολογήσαντες ἐματαιοπόνησαν. ὡς γὰρ οὐκ ἂν λεχθείη σύνοδος ἱερατική, φανερόν· πρῶτον μὲν γὰρ πῶς συστήσαιεν σύνοδον οἵ γε τὰς συνθήκας, ἃς ἐν τῷ θείῳ θυσιαστηρίῳ κατενώπιον θεοῦ καὶ ἀγγέλων καὶ παντὸς τοῦ τῆς ἐκκλησίας πληρώματος δεδωκότες, παρασπονδήσαντες ἠθετήκασι, τά τε χειρόγραφα, ἐν οἷς τοὺς τύπους τοῦ σταυροῦ καὶ τὰ οἰκεῖα ὀνόματα προὔθηκαν, κατεπάτησαν; ἐξ ὧν κατὰ συλλόγους ἱεροὺς συνιέναι οὐκ ἐξὸν αὐτοῖς· ἔπειτα δ' ὅτι παρὰ πάντα θεσμὸν καὶ κανόνα ἐκκλησιαστικὸν ἤθροισται· καθάπερ γὰρ τὸ παρὰ τοῦ δυσσεβοῦς Κωνσταντίνου παραλόγως καὶ ἀνοσίως συλλεγὲν παράνομον σύστημα, οὕτω καὶ τοῦτο ψευδῶς καὶ ἀτάκτως κεκλήκασι σύνοδον. πάμπαν γὰρ τῶν ἐν ἀρχιερωσύνῃ τελούντων μεγίστων θρόνων, τοῦ τε τῆς πρεσβυτέρας Ῥώμης λέγω καὶ τῶν ἄλλων, οἷς τὰ προέδρια ἐν τοῖς ἱερεῦσιν ἀφώρισται, ἠμοιρήκασιν· ὧν ἄνευ, δόγματος ἐκκλησιαστικοῦ κινουμένου, συστῆναι, κατά γε τὸν ἄνωθεν παραδεδομένον τῇ ἐκκλησίᾳ θεῖον τύπον, ἱερατικὴν σύνοδον, οὐ θεμιτόν. διὸ ἄστατόν τε ἐφ' ἑαυτοῦ καὶ ἀνίδρυτον δείκνυται, καί τις ἐνταῦθα συνεὶς λίαν ἐμφρόνως ἂν ἀποφθέγξαιτο ὅπερ παρά τινι τῶν πάλαι σοφῶν ἐλέγετο περί γέ τινος στρατοπέδου εὖ μάλα στρατιᾶς πολυπληθείᾳ κομῶντος, ταξιάρχου δὲ συνετοῦ καὶ εἰδήμονος τὰ τακτικὰ καὶ πολέμια τοῦ κοσμοῦντος καὶ εὖ διατάττοντος ἀπολειπομένου· «Ἡλίκον θηρίον κεφαλὴν οὐκ ἔχει», ἐπεὶ καὶ οὗτοι, πολυανθρωπίᾳ πλήθοντες καὶ οὐ πάνυ τι εὐαρίθμητον τυγχάνοντες σύστημα, τοῦ τε ἡγεμονοῦντος τῆς καθ' ἡμᾶς ἱερολογίας καὶ ἐπιστημονικωτάτου πνεύματος κανόνος τε πάμπαν καὶ λόγου τοῦ ἰθύνοντος ἀπεστέρηνται. καὶ τί γε ἄλλο ἢ αὐτὴν τὴν κεφαλὴν τῆς ἐκκλησίας Χριστὸν ἠθετήκασι; καὶ ὅλης αὐτοῦ τῆς οἰκονομίας πειρῶνται ἀνατρέπειν, ὡς οἷοί τέ εἰσι, τὸ μυστήριον. τοιγάρτοι εἰς τοῦτο ἀκοσμίας καὶ ἀταξίας ἠγμένοι, τό τε ἐπιεικὲς ἀπημφιεσμένοι καὶ ἥμερον, θηρῶν δίκην καὶ λύκων ἀγρίων (τῷ γὰρ ἔξωθεν καὶ φαινομένῳ κῳδίῳ τὸν ἐντὸς καὶ κεκρυμμένον συγκαλύπτουσι θῆρα) τῇ Χριστοῦ ἐκκλησίᾳ βαρέως ἐπεισπεσόντες καὶ κατὰ τῶν ἱερῶν ἡμῶν δογμάτων ἐπιλυττήσαντες, ὅλῳ τῷ στόματι τὰ λογικὰ πρόβατα, τὸν λαὸν κυρίου, κατεσθίειν κατὰ τὸ εἰρημένον διὰ φωνῆς ἁγίου προφήτου ἵενται. ἐντεῦθεν ἡ παλαιὰ τῷ χρόνῳ καὶ τὴν κακίαν νεάζουσα κακοδοξία, ὡς ἐξ ἀδύτων τῶν μυχῶν τῆς ἀπιστίας ὑπερκύψασα καὶ τῶν τῆς πλάνης φωλεῶν ἐξερπύσασα, τοὺς ἄρτι τῆς εὐσεβείας ἀποπεφοιτηκότας καὶ πρὸς αὐτὴν ἀθλίως μεταθεμένους, ὥσπερ τῆς ἀληθοῦς ἀπημαύρωσεν ὁμολογίας, οὕτω δὴ καὶ τῶν ἐπειλημμένων τῶν τῆς ἱερωσύνης οἰάκων, τῆς κοινωνίας ἀπετείχισε, τὴν σύμπνοιαν ἀπείρξασα καὶ συναίνεσιν· μὴ δὲ γὰρ ἐνὸν αὐτοὺς τῷ ψεύδει συνάρασθαι, ἐπειδὴ ἔνθα τὸ ἐμπαθὲς καὶ δοῦλον τῆς σαρκὸς πρυτανεύει φρόνημα, ὁ τῆς ἐλευθερίας καὶ εἰρήνης σύνδεσμος ὁ συνεστηκὼς ἐκ τοῦ πνεύματος οὐδ' ὅλως κατακρατύνεσθαι πέφυκεν—ὑπὸ γὰρ πολλῆς αὐθαδείας καὶ ἀνοσιουργίας κεκρατημένος ὁ συναθροίσας κακῶς, πᾶσαν κανονικὴν καὶ ἔνθεσμον καταπατῶν παράδοσιν, ἢ μὴ δὲ συνιεὶς ὅτι θεσμὸς κανόνων ἦν πώποτε, ἔδοξε τῶν προὔχειν κατὰ τὴν ἱερωσύνην λαχόντων δίχα τὴν ἰδίαν βεβαιοῦν εἰκαιοφροσύνην—, ὅμως δ' οὖν παρανόμως καὶ ἀθέσμως συνειλεγμένοι, κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ πολλὰ τοῦ εὐαγγελικοῦ κηρύγματος καταφλυαρήσαντες ἐμελέτησαν, καὶ δόγμα πονηρόν, καλῶς πάλαι κατακριθὲν καὶ σιγηθὲν ἀποφάσει τῶν προηγησαμένων θείων ἀνδρῶν, πάλιν ἀναζωπυροῦντες καινίζουσι καὶ τολμῶσιν, ὡς ᾤοντο, ὅρον ἐκτίθεσθαι πάντῃ ἀόριστον· ὁρίζονται μὲν γὰρ παντελῶς οὐδέν, ἐπ' ἀναιρέσει δὲ τῶν εὖ καὶ καλῶς τεθειμένων ὅρων καὶ ἀληθῶν δογμάτων καὶ τοῦ εὐσεβοῦς τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας φρονήματος, ματαίως ἄγαν καὶ ἀθεεὶ παρατάττονται. οὐδὲ γὰρ ἀπὸ στόματος κυρίου, ἀλλ' ἐκ τῆς ἰδίας κοιλίας ἀποφθέγγονται καὶ λαλοῦσι διεστραμμένα, οὐδαμοῦ τῷ ἐκκλησιαστικῷ κανόνι καὶ τύπῳ κατακολουθήσαντες, τοῦ φόβου δὲ κυρίου καταφρονήσαντες καὶ τῆς ἐντολῆς ἀλογήσαντες, ἣ καὶ τῷ ἕνα τῶν ἐλαχίστων σκανδαλίζοντι οὐ μικρὸν τὸν κίνδυνον ἐπικρεμάννυσιν, ἤπουγε πλῆθος ἄπειρον καὶ ἀριθμοῦ κρεῖττον καὶ πολιτείαν ὅλην καὶ ἔθνος ὁλόκληρον ἱερόν τε καὶ ἅγιον, ὃ διεσπάραξάν τε καὶ ἐλυμήναντο, τῷ αἵματι Χριστοῦ τῷ ἀμώμῳ καὶ ἀχράντῳ κτηθέν τε καὶ ὑποστὰν ἱδρῶσί τε καὶ πόνοις πολλοῖς τῶν μετὰ Χριστὸν καὶ τῶν τὰ ἐκείνων διαδεξαμένων ἀοιδίμων ἀνδρῶν.
Ἐν τούτῳ γοῦν τῷ δοκοῦντι ὅρῳ εὐθὺς μὲν καὶ ἐκ προοιμίων τὴν ἀσέβειαν οὐ παρρησιάζονται, κατασχηματίζονται δὲ τὴν εὐσέβειαν καὶ καταχρωννύουσί πως τοὺς ἑαυτῶν λόγους, ἐπειδὴ τοῦτο φίλον καὶ σύνηθες τοῖς αἱρετίζουσιν. οὕτω γὰρ καὶ παρὰ Ἀρειανοῖς καὶ Εὐνομιανοῖς καὶ ἄλλοις αἱρεσιώταις γινόμενον ἔγνωμεν· οὓς μιμούμενοι, ὥσπερ δὴ κοινωνοῦντες τῇ ἐκείνων κακοδοξίᾳ, καὶ αὐτοὶ ἐπ' ἀλλοτρίοις καλοῖς ἐγκαλλωπίζονται. τὸ γὰρ φυσικὸν τῆς ἀληθείας κάλλος οὐκ ἔχοντες, ὀθνείαις τισὶ καὶ ξέναις σοφιζόμενοι χρῶνται μορφαῖς, τὸ αἶσχος τῆς οἰκείας ἀμορφίας ἐκ τῶν ἔξωθεν ἀποκρύπτειν ἐκμηχανώμενοι, τῷ χαλκῷ τὸ δέλεαρ περιάπτοντες ἢ τῷ δηλητηρίῳ τὸ μέλι περιχρίοντες, ἵνα ἡνίκα μέλλουσι τὰ τῆς οἰκείας πικρίας ἀπερεύγεσθαι δυσώδη καὶ βδελυρὰ ῥήματα, τοὺς ἁπλουστέρους δι' αὐτῶν ἐξαπατήσωσι καὶ πρὸς τὴν ἀσέβειαν τὴν ἴσην ἐπαγάγωνται. μετὰ γὰρ δὴ ταῦτα, ὥσπερ οἱ ἐκ κραιπάλης ἀνενεγκόντες, εἰς ἑαυτοὺς ἐπανέρχονται καὶ ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέφουσι· καὶ τὸ προσωπεῖον ἀποδυσάμενοι, τὰ τῆς γνώμης παραγυμνοῦσι κυήματα. ἡμεῖς δὲ τὴν πολλὴν φλυαρίαν παρέντες, ἐπὶ τὰ καιριώτερα τῆς βλασφημίας καί τινος ἀνασκευῆς δεόμενα καὶ δὴ τῷ λόγῳ τρεψώμεθα. καὶ ἔδει μέν, ὡς σαθροῖς καὶ ἑώλοις, μὴ δὲ τὴν ἀρχὴν ἐπιβάλλειν τοῖς τοιούτοις ληρήμασιν, εὐθὺς δὲ παραγράφεσθαι καὶ ἀποκρούεσθαι. ἀλλ' ἐπειδὴ παρά τισι τοῖς οὐ παγίαν καὶ βεβηκυῖαν πρὸς εὐσέβειαν τὴν διάληψιν ἔχουσιν, ἔδοξαν λόγου τί ἄξιον φέρεσθαι, ταύτῃ τοι εὖ νενομίκαμεν, εἴπερ αὐτοῖς πρὸς ὠφελείας τινὸς γένοιτο, τῶν ἐπ' ἐκείνοις ἐλέγχων ἐφάπτεσθαι.

(...) οἵ γε πολλὴν μὲν ὕβριν ὅσην τῆς θείας καὶ παναλκοῦς δεξιᾶς κατέχεαν, πλεῖστα δὲ τῆς δόξης Χριστοῦ καθυλακτοῦντες ἐκενολόγησαν, πολλὴν δὲ ἀδικίαν κατὰ τῆς σωτηρίου Χριστοῦ ἐπιφανείας ἐλάλησάν τε καὶ ἐμελέτησαν· ἀθέως γὰρ ἐδογμάτισαν εἰδώλοις τὴν δι' αὐτῆς ἐξ εἰδώλων λελυτρωμένην τοῦ θεοῦ ἐκκλησίαν προσκεκυνηκέναι, καὶ τοῦτο αὐτοῖς τῆς βλασφημίας τὸ προοίμιον· ὅπερ μετ' ἐγκωμίων οἱ νεόλεκτοι τούτων φοιτηταὶ ὡς ἄσμενοι ὑπεδέξαντο· τοῦτο δὴ καὶ σύνοδον καλεῖν τετολμήκασιν. σύνοδον δὲ ὁποίαν κλητέον ἀκουέτωσαν· τὴν μαινάδα, τὴν σοβάδα, τὴν αὐθάδη, τὴν πάντολμον, τὴν νεωτεροποιόν, τὴν καινοτόμον, τὴν ὑβρίστριαν, τὴν τῆς βλασφημίας μητέρα, τὴν ἀποστατικὴν φάλαγγα, τὸν μανικὸν ὅμιλον, τὸ Καϊαφαϊκὸν συνέδριον, τὸ λῃστρικὸν σύστρεμμα, τὸν λόχον τὸν ψυχοφθόρον, τὸ θήρατρον τῶν λογικῶν ζῴων, τὸ Σατανικὸν ἔνεδρον, τοῦ πονηροῦ τὸ ὅπλον, τὸ τῆς εὐσεβείας πολέμιον, τὸ ἄνομον βουλευτήριον, τῶν λοιμῶν τὴν καθέδραν, τὸ Φαρισαϊκὸν σύστημα, τὸ Ἰουδαϊκὸν σύνταγμα, τὸν ἀγυρτικὸν σύλλογον, τὸ ὀχλαγωγὸν ἄθροισμα, τὸ ταραχοποιὸν ἄγυρμα, τὸν ἐσμὸν τῶν κακῶν καὶ τῆς Χριστιανῶν θεοσεβείας ἀντίπαλον, τὸ πάσης παρανομίας ἐπίμεστον καὶ πάσης κακίας καταγώγιον. τίς ἂν λόγος ἐφίκοιτο; τίς ἱκανὸς ἀπαριθμήσασθαι ὅσα καὶ οἷα κατὰ τῆς εὐαγοῦς ἡμῶν θρησκείας ἐνεανιεύσαντο καὶ ὁπόσην καινοτομίαν κατὰ τῆς ἐκκλησίας ἐπενόησαν, οἷα κατὰ τῶν ἁγίων ἐτόλμησαν, πυρὶ παραδιδόντες τὰ ἱερὰ κειμήλια, τοὺς θείους ναοὺς καὶ αὐτὰ δὴ τὰ θυσιαστήρια διορύσσοντες καὶ πάντα τὸν ἐν αὐτοῖς ἱερὸν διάκοσμον καὶ τὴν πυκάζουσαν ἔνθεν εὐπρέπειαν ἀκόσμως λίαν ἐξαφανίζοντες; τί τἄλλα λέγειν;



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.