Δευτέρα, 15 Απριλίου 2013

Πώς θα βασιλεύσει ο Χριστός στην καρδιά μας

 

ΠΟΙΑΝ ΒΑΣΙΛΕΙΑΝ ΝΑ ΖΗΤΟΥΜΕΝ

ΑΓ. ΣΥΜΕΩΝ ΝΕΟΥ ΘΕΟΛΟΓΟΥ Λόγ. 50ός


 
ΛΟΓΟΣ Γ΄ (151)

    Ταύτην τοιγαροῦν λέγει ζητεῖν τήν βασιλείαν ὑμᾶς, ἵνα καθώς “ἐβασίλευσεν ὁ Θεός ἐπί τά ἔθνη”, ὡς γέγραπται, βασιλεύσῃ καί ἐφ᾿ ἡμῖν, ἐπειδή ἐξ ἐθνῶν ἐσμεν. Βασιλεύσει δέ πῶς; Ὡς ἐπί ὀχήματός τινος ἐφ᾿ ἡμᾶς ἐποχούμενος καί ὡς ἡνίας τά θελήματα κρατῶν ἐν τῇ χειρί αὐτοῦ τῶν ἡμετέρων ψυχῶν, ὅς καί ἄξει ἐν οἷς ἄν βούληται ἡμᾶς εὐηνίους εὑρών καί εἰς τό ἐκείνου θέλημα οἷα δή ἵπποις χρήσεται ἡμῶν τοῖς θελήμασιν, ὑπείκουσι προθύμως ταῖς αὐτοῦ νομοθεσίαις καί ἐντολαῖς. Οὕτω δή βασιλεύει Θεός ἐν οἷς οὐδέποτε ἐβασίλευσε, καθαιρομένοις διά δακρύων καί μετανοίας καί τελειουμένοις διά σοφίας καί γνώσεως τῆς τοῦ Πνεύματος. Οὕτω καί Χερουβίμ οἱ ἄνθρωποι γίνονται, τόν ἐπί πάντων Θεόν ἐπί τοῦ νώτου τῶν ψυχῶν αὐτῶν ἐν τῷδε τῷ κόσμῳ ἐπιφερόμενοι.
       Τίς οὖν ἐπί τοσοῦτον ἄφρων καί ἀναίσθητος ὅς πρό τοῦ τήν δόξαν ταύτην καί ἰδεῖν καί παθεῖν ἀρχῆς ἤ δόξης ἤ πλούτου ἐπιθυμήσει; Μᾶλλον δέ τίς οὕτως ἀπονενοημένος καί ἄθλιος, ὅς μείζονα τῆς τοῦ Θεοῦ βασιλείας καί δόξης ἄλλην εἶναι δόξαν ἤ βασιλείαν ἤ πλοῦτον ἤ τιμήν ἤ ἀρχήν ἤ τρυφήν, ἤ τι τῶν λεγομένων ἄλλον καί νομιζομένων καλῶν ἐπί γῆς ἤ ἐν οὐρανῷ, (173) ὑποπτεύσει, ἵνα καί ἐκεῖνα ἀντί ταύτης ἐκλέξηται;
      Ὄντως οὐκ ἔστι ταύτης ἕτερον οὐδέν ἐφετώτερον τοῖς γε νοῦν ἔχουσι. Τοίνυν καί περιϊόντι τῷ Χριστῷ καί βασιλεῦσαι ζητοῦντι ἐπί πάντας ἡμᾶς, μηδείς ἀφρόνως αὐτόν ἀπώσηται· μηδείς ἀξιῶ, τοῦ μεγάλου τούτου καί ἀσπάστου δώρου ἀποστερήσειεν ἑαυτόν·μηδείς τῆς ἀληθινῆς δόξης ἔκπτωτον ἑαυτόν ἀπεργάσηται· μηδείς διά πρόσκαιρον πλοῦτον τόν πλουτοδότην Θεόν καί ποιητήν τοῦ παντός καταλείψῃ· μηδείς διά γονέων καί φίλων καί συγγενῶν προσπάθειαν τόν Δεσπότην τῶν ἀγγέλων ἀρνήσηται· μηδείς δι᾿ ἐπιθυμίαν σαρκός τοῦ γλυκασμοῦ τῆς ὄντως ζωῆς ἀποστερηθήσεται· μηδείς διά δόξαν εὐμάραντον τῆς αἰωνίου δόξης καί ἀτελευτήτου ἀλλότριος γένηται.
      Ἀλλά δεῦτε πάντες, εἰ οἷόν τε, συναχθέντες ἐπί τό αὐτό, τόν ὑπεράνω πάσης ὄντα ἀρχῆς καί ἐξουσίας καί παντός ὀνόματος ὀνομαζομένου ἐλθεῖν ἐφ᾿ ἡμᾶς καί ἐφ᾿ ἕνί ἑκάστῳ ἡμῶν βασιλεῦσαι ποθήσωμεν καί ζητήσωμεν, ὡς ἄν ἕκαστος ἡμῶν, ὅλον αὐτόν μεθ᾿ ἑαυτοῦ λαβών, ἀχώριστον ἕξει ἐν ἡμέρᾳ τε καί νυκτί, λάμποντα τῷ ἀπροσίτῳ φωτί ὅ κατεσθίειν μέλλει τότε τούς ὑπεναντίους, ὅτε διά τούς ἀπιστοῦντας ἐλεύσεται, τούς νυνί μή δεχομένους αὐτόν μηδέ θέλοντας αὐτόν βασιλεύειν ἐπ᾿ αὐτούς· ἐν οἰκίᾳ τε συνεισερχόμενον ὡσαύτως ἕξει αὐτόν καί ἐπί τῆς κλίνης συνανακείμενον καί τῷ ἀστέκτῳ φωτί περιπλεκόμενόν τε ὁμοῦ καί ἀρρήτως κατασπαζόμενον, νόσους παραμυθούμενον, λύπας καί θλίψεις διώκοντα, δαίμονας ἀπελεύνοντα, χαράν καί δάκρυα ὑπέρ μέλι καί κηρίον γλυκύτερα καθ᾿ ὥραν παρέχοντα, πάθη ψυχῆς καί σώματος ἐξιώμενον, θάνατον ἀφανίζοντα, ζωήν ἀνεκφράστως βλυστάνοντα καί μετά τήν ἐκδημίαν τήν ἐκ τοῦ σώματος εἰς (174) οὐρανούς οὐρανῶν ἀναβιβάζοντα ἡμῶν ἕκαστον, καί ἐποχούμενον αὐτόν ἕκαστος ἐπί τῶν ἑαυτοῦ ὤμων ἐπιφερόμενος, ἀναλαμβανόμενον ὅθεν οὐκ ἐχωρίσθη.
      Ταῦτα παθεῖν σε δεῖ καί μαθεῖν, ἀγαπητέ, ἐν αἰσθήσει πάσῃ ψυχῆς, ὡς ἄν ἕξεις Θεόν νῦν μέν συναναφέροντά σε δίχα τοῦ σώματος, ὕστερον δέ καί τό σῶμά σου τοῦτο ἀναστήσοντα καί πνευματικόν σοι παρέχοντα, ὅς καί βασιλεύων ἔσεται ἐπί σέ εἰς τούς ἀπεράντους αἰῶνας, ἀεί σε βαστάζων εἰς τόν ἀέρα καί ὑπό σοῦ ἀεί βασταζόμενος, ὁ ἐπί πάντων Θεός, ᾧ πρέπει πᾶσα εὐχαριστία, τιμή καί προσκύνησις σύν τῷ ἀνάρχῳ αὐτοῦ Πατρί καί τῷ παναγίῳ καί ἀγαθῷ καί ζωοποιῷ αὐτοῦ Πνεύματι νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων· ἀμήν.


Μ Ε Τ Α Φ Ρ Α Σ Η


 
Πηγή: "Αμέθυστος"

Απάντηση κ. ΑΝΔΡΑΛΗ περί Αποτειχίσεως





Εξαιτίας της εκτενούς απαντήσεως του κ. Σημάτη στα σχόλιά μου, αναγκάζομαι να απαντήσω κι εγώ με εκτενές κείμενο, ευχόμενος να το δημοσιεύσετε στα ιστολόγιά σας.
Σε αυτή την κίνηση προβαίνω, όχι γιατί είμαι κάποιος ειδικός, αλλά αφ’ ενός επειδή μου τέθηκαν κάποια ερωτήματα και αφ’ ετέρου επειδή αφέθησαν κάποια υπονοούμενα περί επαγγελματικής συνεργασίας με τον Σεβασμιώτατο Πειραιώς, τον οποίο δεν γνωρίζω προσωπικά. Οι παρακάτω σκέψεις δεν εκφράζουν κανέναν άλλο πέρα από τον γράφοντα.

Πρώτα από όλα, θέλω να ζητήσω συγνώμη για τον όντως βαρύ χαρακτηρισμό του «αιρετικού». Αφού κ. Σημάτη μου εξηγήσατε ότι δεν θεωρείτε αποκομμένους από την Εκκλησία τους μη αποτειχισθέντες, ανακαλώ την κατηγορία αυτή και ομολογώ την παρεξήγησή μου. Ελπίζω πως και