Τετάρτη 22 Ιανουαρίου 2014

...Απελαύνει τα ψυχικά ημών πάθη, και νόσους του σώματος.




22 ΙΑΝΟΥΑΡΙΟΥ
 Μνημη του αγιου αποστολου Τιμοθεου και του αγιου οσιομαρτυρος αναστασιου του Περσου

ΚΟΝΤΑΚΙΟΝ ΗΧΟΣ Α΄.
Χορςγγελικς
Τὸν θεῖον Μαθητήν, καὶ συνέκδημον Παύλου, Τιμόθεον πιστοί, ἀνυμνήσωμεν πάντες, σὺν τούτῳ γεραίροντες, τὸν σοφὸν Ἀναστάσιον, τὸν ἐκλάμψαντα, ἐκ τῆς Περσίδος ὡς ἄστρον, καὶ ἐλαύνοντα, τὰ ψυχικὰ ἡμῶν πάθη, καὶ νόσους τοῦ σώματος.

Ο ΟΙΚΟΣ
ς ἁλιεὺς ἐμπειρότατος, τὰ τῆς χάριτος ἥπλωσε δίκτυα Παῦλος ὁ μέγας Ἀπόστολος, καὶ τὸν θεηγόρον, ὥσπερ θήραμα ἅγιον, εἵλκυσε πρὶν Τιμόθεον· καὶ σὺν τούτῳ τὰ πέρατα περιερχόμενος, ἐκ τοῦ φάρυγγος εἵλκυσε τοῦ διαβόλου τοὺς δεξαμένους τῆς Πίστεως τὸν λόγον, ἐν οἷς ἦν καὶ ὁ γενναῖος Ἀναστάσιος· πιστεύσας γάρ, τῶν Περσῶν τὴν πλάνην κατέλιπε πᾶσαν, καὶ τοῦ Χριστοῦ τὸ ὄνομα ἐπ’ ὤμων ἐβάστασεν· ὅθεν χάριτι θείᾳ ἀπελαύνει τὰ ψυχικὰ ἡμῶν πάθη, καὶ νόσους τοῦ σώματος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.