Δευτέρα 26 Ιανουαρίου 2015

"Χρηστός ο νέος ζυγός... αλλά δια την ελπίδα".









Κείμενο: 
(Γρηγορίου Θεολόγου, Ἔργα 5, «Πατερικαὶ Ἐκδόσεις “Γρηγόριος ὁ Παλαμᾶς” Λόγος ΜΕ΄, σελ. 188-191).
 «...ΙΖʹ. Ἄξιον δὲ μηδὲ τὸν τῆς βρώσεως τρόπον παραδραμεῖν, ὅτι μηδὲ ὁ νόμος, ἄχρι καὶ τούτου, τὴν θεωρίαν φιλοπονῶν ἐν τῷ γράμματι. Ἀναλώσομεν γὰρ τὸ θῦμα κατὰ σπουδήν, καὶ ἄζυμα ἐπὶ
πικρίδων συνεσθίοντες, καὶ τὰς ὀσφύας περιεζωσμένοι, καὶ τὰ ὑποδήματα περικείμενοι... Ἐπὶ δὲ πικρίδων, διὰ τὸ πικρὸν τοῦ κατὰ Θεὸν βίου, καὶ πρόσαντες, τοῖς ἀρχομένοις μάλιστα, καὶ ἡδονῶν ὑψηλότερον. Εἰ γὰρ καὶ χρηστὸς ὁ νέος ζυγός, καὶ τὸ φορτίον ἐλαφρόν, ὥσπερ ἀκούεις· ἀλλὰ διὰ τὴν ἐλπίδα τοῦτο καὶ τὴν ἀντίδοσιν, πολλῷ τῆς ἐνταῦθα κακοπαθείας οὖσαν δαψιλεστέραν· ἐπεὶ ἄλλως γε, τίς οὐκ ἂν εἴποι, πολὺ τῶν νομικῶν διατάξεων τὸ Εὐαγγέλιον ἐργωδέστερον εἶναι καὶ μοχθηρότερον; Τοῦ γὰρ νόμον τὰ τέλη τῶν ἁμαρτημάτων κωλύοντος, ἡμεῖς καὶ τὰς αἰτίας, ὡς πράξεις σχεδόν, ἐγκαλούμεθα. Οὐ μοιχεύσεις, φησὶν ὁ νόμος· σὺ δέ, οὐδὲ ἐπιθυμήσεις, ἐκ περιέργου θέας καὶ φιλοπόνου φλέγων τὸ πάθος. Οὐ φονεύσεις, ἐκεῖνος· σὺ δέ, οὐδὲ ἀντιπλήξεις, ἀλλὰ καὶ σεαυτὸν ἐμπαρέξεις τῷ παίοντι. Ὅσον ταῦτα ἐκείνων φιλοσοφώτερα! Οὐκ ἐπιορκήσεις, ἐκεῖνος· σὺ δέ, οὐδὲ ὁμῇ τὴν ἀρχήν, οὐ μικρόν, οὐ μεῖζον, ὡς τοῦ ὅρκου τὴν ἐπιορκίαν τίκτοντος. Οὐ συνάψεις οἰκίαν πρὸς οἰκίαν, ἐκεῖνος, καὶ ἀγρὸν πρὸς ἀγρόν, καταδυναστεύων τοῦ πένητος· σὺ δέ, ἀποθήσῃ καὶ τὰ δικαίως κτηθέντα προθύμως, καὶ γυμνωθήσῃ τοῖς πένησιν, ἵνα κούφως τὸν σταυρὸν αἴρῃς, καὶ πλουτήσῃς τὰ μὴ ὁρώμενα». 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.