Παρασκευή 1 Ιουλίου 2016

"Περί συνεισάκτων" (Η συνοίκησις με γυναίκες)

Τοῦ Μ. Βασιλείου

     Ἡ μετάφραση αὐτῆς τῆς σημαντικῆς καὶ ἐπίκαιρης ἐπιστολῆς τοῦ Μ. Βασιλείου, εἶναι τοῦ ἀειμνήστου Νικοδήμου Μπιλάλη (ἀπὸ τὰ Ἅπαντα τῶν Ἁγίων Πατέρων, "Ἑλληνικὸς Ἐκδοτικὸς Ὀργανισμός", τόμ. 2ος, σελ. 130-141).
  

Σχόλια μ. Νικοδήμου Μπιλάλη

Τὸ κείμενο:

55. ΓΡΗΓΟΡΙΩ ΠΡΕΣΒΥΤΕΡΩ

55.1 Ἐνέτυχόν σου τοῖς γράμμασι μετὰ πάσης μακροθυμίας, καὶ ἐθαύμασα πῶς, δυνάμενος ἡμῖν συντόμως καὶ εὐκόλως ἀπολογήσασθαι διὰ τῶν πραγμάτων, τοῖς μὲν κατηγορου μένοις ἐπιμένειν καταδέχῃ, λόγοις δὲ μακροῖς θεραπεύειν ἐπιχειρεῖς τὰ ἀνίατα. Οὔτε πρῶτοι οὔτε μόνοι, ὦ Γρηγό ριε, ἐνομοθετήσαμεν γυναῖκας ἀνδράσι μὴ συνοικεῖν. Ἀλλ' ἀνάγνωθι τὸν κανόνα τὸν ἐξενεχθέντα παρὰ τῶν ἁγίων Πατέρων ἡμῶν ἐν τῇ συνόδῳ Νικαίας, ὃς φανερῶς ἀπηγόρευσε συνεισακτοὺς μὴ εἶναι. Ἀγαμία δὲ ἐν τούτῳ ἔχει τὸ σεμνόν, ἐν τῷ κεχωρίσθαι τῆς μετὰ γυναικῶν διαγωγῆς. Ὡς, ἐὰν ἐπαγγελλόμενός τις τῷ ὀνόματι ἔργῳ τὰ τῶν ταῖς γυναιξὶ συνοικούντων ποιῇ, δῆλός ἐστι τὸ μὲν τῆς παρθενίας σεμνὸν ἐν τῇ προσηγορίᾳ διώκων, τοῦ δὲ καθ' ἡδονὴν ἀπρεποῦς μὴ ἀφιστάμενος. Τοσούτῳ οὖν μᾶλλον ἐχρῆν σε εὐκόλως εἶξαι ἡμῶν τῇ ἀξιώσει ὅσῳπερ λέγεις ἐλεύθερος εἶναι παντὸς σωματικοῦ πάθους. Οὔτε γὰρ τὸν ἑβδομηκονταετῆ γεγονότα πείθομαι ἐμπαθῶς συνοικεῖν γυναικί, οὔτε ὡς ἐπιγενομένῃ τινὶ ἀτόπῳ πράξει ὡρίσαμεν ἃ καὶ ὡρίσαμεν, ἀλλ' ἐπειδὴ ἐδιδάχθημεν παρὰ τοῦ Ἀπο στόλου μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον. Οἴδαμεν δὲ ὅτι τὸ παρά τινων ὑγιῶς γινόμενον ἄλλοις ἀφορμὴ πρὸς ἁμαρτίαν ὑπάρξει. Τούτου ἕνεκεν προσε τάξαμεν, ἑπόμενοι τῇ διαταγῇ τῶν ἁγίων Πατέρων, χωρι σθῆναί σε τοῦ γυναίου. Τί οὖν ἐγκαλεῖς τῷ χωρεπισκόπῳ καὶ παλαιᾶς ἔχθρας μέμνησαι; Τί δὲ ἡμᾶς καταμέμφῃ ὡς εὐκόλους ἀκοὰς ἔχοντας εἰς τὸ τὰς διαβολὰς προσίεσθαι, ἀλλ' οὐχὶ σεαυτῷ μὴ ἀνεχομένῳ ἀποστῆναι τῆς πρὸς τὴν γυναῖκα συνηθείας; Ἔκβαλε τοίνυν αὐτὴν ἀπὸ τοῦ οἴκου σου καὶ κατάστησον αὐτὴν ἐν μοναστηρίῳ. Ἔστω ἐκείνη μετὰ παρθένων καὶ σὺ ὑπηρετοῦ ὑπὸ ἀνδρῶν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ δι' ἡμᾶς βλασφημῆται. Ἕως ἂν ταῦτα ποιῇς, αἱ μυριάδες ἅσπερ συγγράφεις διὰ τῶν ἐπιστολῶν οὐδὲν ὠφελήσουσί σε, ἀλλὰ τελευτήσεις ἀργῶν καὶ δώσεις τῷ Κυρίῳ λόγον τῆς σεαυτοῦ ἀργίας. Ἐὰν δὲ τολμήσῃς, μὴ διορθωσάμενος σεαυτόν, ἀντέχεσθαι τῆς ἱερωσύνης, ἀνάθεμα ἔσει παντὶ τῷ λαῷ καὶ οἱ δεχόμενοί σε ἐκκήρυκτοι κατὰ πᾶσαν Ἐκκλησίαν γενήσονται.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.