Σάββατο, 18 Μαρτίου 2017

Ο άγιος Κύριλλος Ιεροσολύμων περί Αντιχρίστου --Και σχετική ομιλία του π. Αθαν. Μυτιληναίου

Τῇ 18η Μαρτίου μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κυρίλλου Ἀρχιεπισκόπου Ἱεροσολύμων.


Πεισματικὰ καὶ ἀμετανόητα, πολλοὶ κακοδοξοῦνς στὶς μέρες μας,  στηριζόμενοι στὴ λογική τους (στὸ μυαλό τους, ὅπως ἔλεγε ὁ ἅγιος Παΐσιος) καὶ ἀμφισβητοῦν ὅτι ὁ Ἀντίχριστος θὰ εἶναι πρόσωπο καί, ἐπίσης, θεωροῦν ὅτι ἡ ἐνασχόληση μὲ τὰ τοῦ Ἀντιχρίστου περιττεύουν.
    Ὅλοι οἱ Ἅγιοι, ὅμως, ἀλλὰ καὶ ὁ σήμερα ἑορταζόμενος ἅγιος Κύριλλος Ἱεροσολύμων τοὺς διαψεύδουν καὶ στὰ δύο.
   Μᾶς λέγει ὁ Ἅγιος ὅτι εἶναι ἀπαραίτητη ἡ γνώση τῶν σχετικῶν μὲ τὸν Ἀντίχριστο, διότι ἔτσι ἀσφαλίζουμε τὸν ἑαυτό μας, ὥστε νὰ μὴν πλανηθοῦμε. Μάλιστα λέγει ὅτι πρέπει (τὰ περὶ Ἀντιχρίστου) νὰ τὰ λέμε καὶ στὰ παιδιά μας: «καὶ μὴ μόνος μνημόνευε τούτων, ἀλλὰ καὶ ἀφθόνως πᾶσι μεταδίδου».
    Μᾶς διδάσκει ὅτι ὁ Ἀντίχριστος θὰ εἶναι ἄνθρωπος κι ὄχι κατάσταση, πὼς θὰ εἶναι πολιτικὸ πρόσωπο καὶ θὰ πάρει ὅλες τὶς ἐξουσίες στὰ χέρια του (πολιτικὲς καὶ θρησκευτικές), πὼς ἀρχικὰ θὰ παρουσιαστεῖ μὲ καλὸ πρόσωπο. Μᾶς πληροφορεῖ ἀκόμα καὶ πόσα χρόνια θὰ δράσει καὶ ὅτι, τελικά, μὲ ἕνα φύσημα ὁ Κύριος θὰ τὸν στείλει στὴν κόλαση. Καὶ τέλος, μᾶς λέγει ὅτι μὲ χαρὰ πρέπει νὰ περιμένουμε τὴν μετὰ τὸν Ἀντίχριστον ἐποχὴ τῆς Βασιλείας τοῦ Θεοῦ.

Συγκεκριμένα ὁ ἅγιος Κύριλλος γράφει:

«Βασιλεύει δὲ ὁ Ἀντίχριστος τρία καὶ ἥμισυ ἔτη μόνα… ἐπὶ τρία δὲ ἔτη μόνα καὶ μῆνας ἓξ τὰ τοιαῦτα τολμήσας ὑπὸ τῆς δευτέρας ἐξ οὐρανῶν ἐνδόξου παρουσίας τοῦ μονογενοῦς υἱοῦ θεοῦ καταργεῖται, τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθοῦς, ὃς ἀνελὼν τὸν Ἀντίχριστον τῷ πνεύματι τοῦ στόματος αὐτοῦ τῷ τῆς γεέννης τοῦτον παραδώσει πυρί. Ταῦτα δὲ διδάσκομεν οὐχ εὑρεσιλογοῦντες, ἀλλ' ἐκ τῶν θείων ἐκκλησιαζομένων γραφῶν καὶ μάλιστα ἐκ τῆς ἀρτίως ἀναγνωσθείσης τοῦ Δανιὴλ προφητείας μεμαθηκότες… Βλάσφημος ὁ ἀνὴρ καὶ παράνομος (ὁ Ἀντίχριστος), οὐκ ἐκ πατέρων λαβὼν τὴν βασιλείαν, ἀλλ' ἐκ τῆς μαγικῆς τὸ ἄρχειν ἁρπάσας. Καὶ τίς ἐστιν οὗτος, ἢ ἐκ ποίας ἐνεργείας; ἑρμήνευσον ὦ Παῦλε. οὗ ἐστι, φησίν, ἡ παρουσία κατ' ἐνέργειαν τοῦ σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους, τοῦτο αἰνιττόμενος, ὅτι ὁ σατανᾶς ὀργάνῳ κέχρηται ἐκείνῳ, αὐτοπροσώπως δι' αὐτοῦ ἐνεργῶν.

Ἀσφάλιζε τοίνυν σεαυτόν, ἄνθρωπε. ἔχεις τὰ σημεῖα τοῦ Ἀντιχρίστου. καὶ μὴ μόνος μνημόνευε τούτων, ἀλλὰ καὶ ἀφθόνως πᾶσι μεταδίδου. εἰ τέκνον ἔχεις κατὰ σάρκα, τοῦτο ἤδη νουθέτει. καὶ εἰ διὰ κατηχήσεως ἐγέννησάς τινα, καὶ τοῦτον προασφαλίζου, ἵνα μὴ τὸν ψευδῆ δέξηται ὡς ἀληθῆ. τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας. φοβοῦσί με οἱ πόλεμοι τῶν ἐθνῶν, φοβεῖ με τὰ σχίσματα τῶν ἐκκλησιῶν, φοβεῖ με ἡ μισαδελφία τῶν ἀδελφῶν. καὶ λεγέσθω μὲν ταῦτα, μὴ γένοιτο δὲ ἵνα ἐφ' ἡμῶν πληρωθῇ, πλὴν ἀσφαλιζώμεθα. καὶ περὶ μὲν τοῦ Ἀντιχρίστου ταῦτα.
Ἐκδεχώμεθα δὲ καὶ προσδοκῶμεν τὸν κύριον ἐκ τῶν οὐρανῶν ἐρχόμενον ἐπὶ τῶν νεφελῶν. σάλπιγγες ἀγγελικαὶ τότε ἠχοῦσιν. ὁ νεκροὶ ἐν Χριστῷ πρῶτον ἐγείρονται. οἱ ζῶντες εὐλαβεῖς ἐν νεφέλαις ἁρπάζονται, ἔπαθλον τῶν καμάτων λαμβάνοντες τὸ ὑπὲρ ἄνθρωπον τιμηθῆναι, ἐπειδὴ καὶ ὑπὲρ ἄνθρωπον ἠγωνίσαντο. καθὼς Παῦλος ὁ ἀπόστολος γράφων φησίν· ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον. ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα…
   Καὶ τότε φανήσεται, φησί, τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ. σημεῖον δὲ ἀληθὲς ἰδικὸν τοῦ Χριστοῦ ἐστιν ὁ σταυρός. φωτοειδοῦς σταυροῦ σημεῖον προάγει τὸν βασιλέα, δηλοῦν τὸν σταυρωθέντα πρότερον, ἵνα ἰδόντες οἱ πρότερον ἐκκεντήσαντες καὶ ἐπιβουλεύσαντες Ἰουδαῖοι κόψωνται φυλαὶ κατὰ φυλὰς λέγοντες· οὗτός ἐστιν ὁ ῥαπισθείς, οὗτός ἐστιν οὗ εἰς τὸ πρόσωπον ἐνέπτυσαν ἐκεῖνοι, οὗτός ἐστιν ὃν δεσμοῖς περιβεβλήκασιν, οὗτός ἐστιν ὃν σταυρωθέντα πρότερον ἐξηυτέλισαν. ποῦ φύγωμεν ἀπὸ προσώπου τῆς ὀργῆς σου; ἐροῦσιν. ἀγγελικῶν στρατιῶν περιβαλλουσῶν οὐδαμοῦ φυγεῖν δυνήσονται. φόβος τοῖς ἐχθροῖς τοῦ σταυροῦ τὸ σημεῖον, καὶ χαρὰ τοῖς φίλοις τοῖς εἰς αὐτὸν πιστεύσασιν ἢ κηρύξασιν αὐτὸν ἢ ὑπὲρ αὐτοῦ παθοῦσιν. Τίς ἄρα μακάριος τότε, ὃς φίλος Χριστοῦ εὑρεθήσεται;» (Κυρίλλου Ἱεροσολύμων, Κατήχησις Α΄ φωτιζομένων).


ΓΙΑ ΤΟΝ ΑΝΤIΧΡΙΣΤΟ ΟΛΗ Η ΑΛHΘΕΙΑ
π. ΑΘΑΝ. ΜΥΤΙΛΗΝΑΙΟΣ (15) 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το περιεχόμενο των επώνυμων άρθρων ενδέχεται να μη συμπίπτει με τις απόψεις και θέσεις του Ιστολογίου.